Ορφικός ύμνος: «Ύμνος Δήμητρος Ελευσινίας»: "Δήμητρος Ἐλευσινίας, θυμίαμα στύρακα: Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον, σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι, πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα, εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις, σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε, ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν, ἱμερόεσσ', ἐρατή, θνητῶν θρέπτειρα προπάντων, ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα, αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος, λαμπαδόεσσ', ἁγνή, δρεπάνοις χαίρουσα θερείοις σὺ χθονία, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρα, ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα, μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς, ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς. ἐλθέ, μάκαιρ', ἁγνή, καρποῖς βρίθουσα θερείοις, εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ' ὑγίειαν ἄνασσαν."
Ορφικός ύμνος:
«Ύμνος Δήμητρος Ελευσινίας»:
"Δήμητρος Ἐλευσινίας, θυμίαμα στύρακα:
- Δηώ,
- παμμήτειρα θεά,
- πολυώνυμε δαῖμον,
- σεμνὴ Δήμητερ,
- κουροτρόφε,
- ὀλβιοδῶτι,
- πλουτοδότειρα θεά,
- σταχυοτρόφε,
- παντοδότειρα,
- εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις,
- σπερμεία,
- σωρῖτι,
- ἀλωαία,
- χλοόκαρπε,
- ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν,
- ἱμερόεσσ',
- ἐρατή,
- θνητῶν θρέπτειρα προπάντων,
- ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα,
- αὐξιθαλής,
- Βρομίοιο συνέστιος,
- ἀγλαότιμος,
- λαμπαδόεσσ',
- ἁγνή,
- δρεπάνοις χαίρουσα θερείοις σὺ χθονία, σὺ δὲ φαινομένη,
- σὺ δε πᾶσι προσηνής εὔτεκνε,
- παιδοφίλη,
- σεμνή,
- κουροτρόφε κούρα,
- ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα,
- μουνογενής,
- πολύτεκνε θεά,
- πολυπότνια θνητοῖς,
- ἧς πολλαὶ μορφαί, πολυάνθεμοι,
- ἱεροθαλεῖς.
- ἐλθέ,
- μάκαιρ',
- ἁγνή,
- καρποῖς βρίθουσα θερείοις,
- εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν καὶ πλοῦτον πολύολβον,
- ὁμοῦ δ' ὑγίειαν ἄνασσαν."
No comments:
Post a Comment